Ἑσπερινὴ Εὐχὴ Σαββάτου

Εὐχαὶ συλλεχθεῖσαι ἀπὸ τῶν θείων Γραφῶν, τὰ πλεῖστα δὲ ἀπὸ τοῦ ἁγίου Ἐφραίμ, τοῖς βουλομένοις πολεμῆσαι τὴν ἑαυτῶν πρὸς τὰ πάθη  καὶ τὰς ἡδονὰς ἐγκειμένην προαίρεσιν

Νῦν, ἔτι καὶ σήμερον, κατῃσχυμμένῳ προσώπῳ καὶ εἰς γῆν νεύοντι, τολμῶ λαλῆσαι πρὸς τὸν ∆εσπότην τῶν Ἀγγέλων καὶ ∆ημιουργὸν τῶν ἁπάντων·
ἐγὼ δὲ εἰμὶ γῆ καὶ σποδός·
ὄνειδος ἀνθρώπων καὶ ἐξουθένημα λαοῦ·
σκώληξ ἀληθῶς καὶ οὐκ ἄνθρωπος, κατεγνωσμένος ὤν, ὅλως κατώδυνος καὶ κατηφείας πλήρης.
Πῶς ἀτενίσω πρὸς τὴν σὴν ἀγαθότητα, ∆έσποτα;
(Ἐν ποίᾳ καρδίᾳ, ἐν ποίῳ συνειδότι;) Ποίαν γλῶτταν ἀσεβῆ καὶ μεμολυσμένην τολμήσω κινῆσαι;
Πῶς δὲ τὴν ἀρχὴν ποιήσω τῆς ἐμῆς ἐξομολογήσεως;
Ὑπὲρ τὸ μέτρον ὁ τάλας τὸ ὄνομά σου παρώξυνα, καὶ ὑπὲρ τὸν ἄσωτον ἀσώτως ἐβίωσα.
Τὸ γὰρ ἐν ἐμοὶ κατ' εἰκόνα σου μολύνας ἠχρείωσα, καὶ τὴν φωνὴν τῶν προσταγμάτων σου οὐκ ἐτήρησα.
Ποίων μου ἁμαρτιῶν ἄφεσιν ὁ ἁμαρτωλὸς πρότερον αἰτήσω;
Τῶν ἐν γνώσει ἀσυγκρίτως ἀσυγγνώστων, ἢ τῶν ἐν παραβάσεσι τῶν ἁγίων σου ἐντολῶν, ἢ τῶν ἐν συγκαταθέσεσι τῶν πονηρῶν λογισμῶν;
Οἶδα, Κύριε, ὅτι διὰ τοὺς πολλοὺς μολυσμοὺς τῆς ψυχῆς μου καὶ τὴν ἀκαθαρσίαν μου οὐκ εἰμὶ ἄξιος τῆς σῆς φοβερᾶς ἐπικλήσεως.
Οὐ δύναμαι στῆναι εἰς προσευχὴν ἐνώπιόν σου·
οὐ δύναμαι ἀτενῖσαι καὶ ἰδεῖν εἰς τὸ ὕψος τοῦ οὐρανοῦ, ὅτι ταῖς ἀτόποις ἐπιθυμίαις θύραν ἀνοίξας, καὶ (ἀλόγοις) καὶ ἀτάκτοις ὁρμαῖς χρησάμενος, τὴν ταλαίπωρόν μου ψυχὴν τοῖς πάθεσι κατεμόλυνα·
(ὅτι κατεπόθην τῇ ἅλμῃ τῶν ἡδονῶν τῆς πικρίας·) ὅτι μοχθηρίᾳ γνώμης τὸν χιτῶνα τῆς ψυχῆς μου ἐσπίλωσα·
ὅτι ὅλος ἐφυράθη ὁ νοῦς μου τοῖς λογισμοῖς τῶν δαιμόνων·
ὅτι διὰ τῶν ἔργων μου πάντων καὶ λογισμῶν παρεπίκρανα καὶ ἀεὶ πικραίνω τὴν σὴν ἀγαθότητα, τὸν δὲ Ἐχθρόν μου καὶ πολεμοῦντά με ἀεὶ ἐπισπῶμαι καὶ θεραπεύω.
Ἐλέγχει μου τὴν διάνοιαν ἡ ἐμὴ συνείδησις.
Καταισχύνω τὸ πρόσωπόν μου.
Ἐν τῇ καρδίᾳ μου αὐτοκατάκριτός εἰμι πρὸ τῆς ἀποκειμένης μοι κρίσεως.
Ἔχω θριαμβεύουσάν με τὴν προσοῦσάν μοι ἀσωτίαν, ὅτι ἀεὶ τῷ βορβόρῳ τῆς γαστριμαργίας ἐγκαλινδοῦμαι·
(ἔχω στηλιτεύουσάν με τὴν φαύλην μου πολιτείαν, ὅτι ἀεὶ ταῖς ἡδοναῖς ἀμαυροῦμαι·
ἔχω καταισχύνουσάν με τὴν παροῦσάν μου γύμνωσιν, ὅτι ἀεὶ τὴν δυσωδίαν τῶν παθῶν ἀναμάττομαι,) ἀεὶ τοῖς ῥυπαροῖς λογισμοῖς καταχραίνομαι.
Παιδιόθεν ἐγενόμην σκεῦος τῆς φθοροποιοῦ ἁμαρτίας, καὶ νῦν καθ' ἑκάστην ἀκούων περὶ κρίσεως καὶ ἀνταποδόσεως, οὐ βούλομαι ἀντιστῆναι τῆς σαρκὸς ταῖς ἐπιθυμίαις, (ταῖς ἀντιστρατευούσαις κατὰ τῆς ψυχῆς μου, ἀλλὰ πάντοτε ὁ δείλαιος ἐν γνώσει ἁμαρτάνω,) πάντοτε πλανῶμαι, πάντοτε αἰχμαλωτίζομαι, (πάντοτε καταισχύνομαι.
∆ιὸ πτωχὸς καὶ δυσειδής, Κύριε, καὶ ἔρημος τῆς σῆς χάριτος γίνομαι).
Οἴμοι, Κύριε, ὅτι τὴν μακροθυμίαν σου κακῶς ἐδαπάνησα!
Οἴμοι, ὅτι ἐν πολλοῖς ἔτεσιν ἐλύπησα τὸ Πνεῦμά σου τὸ Ἅγιον!
Οἴμοι, ὅτι ὁ χρόνος τῆς ζωῆς μου παρέδραμεν ἐν πάσῃ ματαιότητι!
Ἀλλά, Κύριε, μὴ τῷ θυμῷ σου ἐλέγξῃ με, μὴ δημοσιεύσῃς τὰς μυσαράς μου ἁμαρτίας καὶ αἰσχρουργίας, ἐν τῷ παγκοσμίῳ θεάτρῳ, πᾶσιν Ἀγγέλοις καὶ ἀνθρώποις, εἰς ἐμὴν αἰσχύνην καὶ κατάκρισιν αἰωνίαν·
αἴτιος γὰρ ὑπάρχω πάσης αἰσχύνης καὶ κατακρίσεως.
Πῶς θρηνήσω τὴν τύφλωσιν τῆς ἐμῆς ψυχῆς!
Πῶς θρηνήσω τὴν τοσαύτην μου ἄγνοιαν!
Πῶς θρηνήσω τὴν οὕτως ἐμπαθῆ καὶ ἀμετανόητόν μου προαίρεσιν!
Σήμερον οἱ ἀσκηταὶ ἀναπαύονται τῇ παρακλήσει τοῦ Ἁγίου Πνεύματος, ἐγὼ δὲ ταράττομαι τὴν ἐξ ἀμελείας πτωχείαν μου ἀναλογιζόμενος.
(Σήμερον εὐφραίνονται ἀποκαλυπτόμενοι ὑπ' αὐτοῦ τὰ ἀπόρρητα, ἐγὼ δὲ καταισχύνομαι, ὅτι πάσης ἀρετῆς ξένος πέφυκα.
Σήμερον ἀγάλλονται, ὁρῶντες ὑπ' αὐτοῦ τοὺς θησαυροὺς τῶν μισθῶν αὐτῶν, ἐγὼ δὲ κλαίω πικρῶς, ὅτι) παρασυνεβλήθην τοῖς κτήνεσι τοῖς ἀνοήτοις καὶ ὡμοιώθην αὐτοῖς.
Γυμνὸς ἐγενόμην ὁ τάλας τῇ ἐμῇ ῥᾳθυμίᾳ, ἐπειδὴ ἀλλότριός εἰμι ἀπὸ τῶν ἐν προσευχῇ καὶ ἀγρυπνίᾳ.
Ἐπίβλεψον, ∆έσποτα, ἐν ἐλέει ἐξ ὕψους ἁγίου σου.
Ἴδε τὸ ἀδιόρθωτον τῆς ἐμῆς ἀθλίας ψυχῆς, καὶ οἷς ἐπίστασαι κρίμασιν ἐλεήσας διόρθωσόν με.
Ὡς ἐνώπιον τοῦ ἁγίου θρόνου τῆς δόξης σου παριστάμενος, ὡς τῶν ἀχράντων σου ποδῶν ἐφαπτόμενος, οὕτω δέομαι καὶ ἀντιβολῶ μετὰ συντετριμμένης καρδίας.
Ἐλέησόν με, ἐλεῆμον, τὸ ποίημά σου·
ἐπίστρεψόν με δωρεὰν τῇ σῇ χάριτι.
Οἷδα ὅτι πάντα δύνασαι, ἀδυνατεῖ δέ σοι οὐδέν.
Μὴ ἀναμένῃς τὴν ἐμὴν διεφθαρμένην προαίρεσιν, ὅτι οὐκ ἔχω προθυμίαν εἰς τὸ διορθώσασθαι ἐμαυτόν.
Κλαύσατε ἐπ' ἐμέ, πᾶσα φύσις ὁρατὴ καὶ ἀόρατος, τὸν ἐν ἁμαρτίαις καὶ πάθεσι καταγηράσαντα.
Κλαύσατε ἐπ' ἐμὲ τὸν δῆθεν διὰ τοὺς ὁρῶντάς με σωφρονοῦντα, ἔσωθεν δὲ ἀεὶ πορνεύοντα.
Ὦ ψυχὴ ἀθλία, ἤγγικέ σου ἡ ἐκ τοῦ σώματος διάλυσις!
Ἵνα τί εὐφραίνῃ εἰς ἀλλότριά σοι θεωρήματα, ἃ μέλλεις καταλεῖψαι, καὶ μέλλεις στερηθῆναι;
(∆ιαλογίζου ἃ ἔπραξας, πῶς καὶ τίνα εἰσί·
μετὰ τίνος διήνυσας τὰς ἡμέρας τῆς ἐργασίας σου καὶ γεωργίας, καὶ τίνα εὔφρανας ἐν τῇ σῇ παλαίστρᾳ, ἵνα πρὸς ὑπάντησίν σου ἐξέλθῃ ἐν τῇ ὥρᾳ τῆς ἐξόδου σου·
τίνα εὔφρανας ἐν τῷ σῷ δρόμῳ, ἵνα ἐν τῷ λειμῶνι αὐτοῦ ἀναπαυθῇς·
τίνος δὲ χάριν ἐκοπίασας, ἢ ἐν ἀγρυπνίᾳ ἐταλαιπώρησας, ἵνα φθάσῃς αὐτὸν μετὰ χαρᾶς·
τίνα ἐκτήσω φίλον ἐν τῷ μέλλοντι αἰῶνι, ἵνα σε ὑποδέξηται·
ἐν ποίῳ ἀγρῷ ἐμισθώσω, καὶ τίς ὁ μέλλων σοι παρασχεῖν τὸν μισθόν)·
τίνι ἀγῶνι εὔφρανας τὸν Κύριον, τὴν Θεοτόκον, τοὺς Ἁγίους, τοὺς γείτονάς σοι.
Νῆψον, ἀθλία ψυχή, ἵνα μὴ εὑρεθῇς (ἐν ὥρᾳ τοῦ χωρισμοῦ) ἐν λύπαις καὶ στεναγμοῖς·
ἵνα μὴ κλαίῃς ἀνωφελῶς εἰς αἰῶνας αἰώνων.
Ἥξουσι τότε (ταῦτα) πάντα εἰς τὴν σὴν διάνοιαν, (καὶ ἐρεῖς ἐν σεαυτῇ κλαίουσα καὶ ὀδυρομένη δεινῶς·
ἐγὼ ταῦτα καθ' ὥραν ἅπαντα ἐμιμνῃσκόμην, ἀλλ' οὐκ ἐφρόντισα τῆς ἐμῆς σωτηρίας.
Ἴδε, ∆έσποτα Χριστὲ Σωτήρ, πηγὰς δακρύων ἐμῶν, καὶ συντρίμματα καὶ στεναγμοὺς τῆς ἀναξίας μου ψυχῆς·
καὶ ἔλθοι ἐπ' ἐμὲ τὸ ἔλεός σου πρὸ τοῦ ἐλθεῖν τὸ πρόσταγμα τὸ φοβερὸν καὶ λάβῃ με ἀνέτοιμον καὶ ᾐσχυμμένον.
Πέμψον δύναμιν ὑπὲρ τὴν δύναμίν μου τοῦ ἐπιστρέψαι με καὶ ζῆν ἐν ὁσιότητι καὶ δικαιοσύνῃ κατὰ τὸ σὸν ἅγιον θέλημα).
Ἁγίασόν μου τὴν καρδίαν, σπήλαιον καὶ κατοικητήριον γενομένην τῶν δαιμόνων.
(Ἁγιασθήτω ἐπ' ἐμοὶ τὸ φοβερὸν καὶ πανάγιον ὄνομά σου.
Οὐκ ἤμην ποτὲ ἐγὼ ἐπὶ τῆς γῆς.
Ἔδοξε δέ σοι, ∆έσποτα, ἐν τοῖς πολλοῖς σου οἰκτιρμοῖς πλάσαι με ἐν κοιλίᾳ μητρὸς ἐμῆς·
καὶ τεχθεὶς τῷ σῷ ἐλέει, ἠξιώθην γενέσθαι σκεῦος τῇ σῇ χάριτι·
καὶ ἐδωρήσω μοι φωτισμὸν πνευματικῆς γνώσεως.
Ἐγὼ δὲ ὁ χαῦνος καὶ ἁμαρτωλὸς ἠθέτησα καὶ ἀθετῶ χάριτός σου τὰς δωρεάς.
Ποίας οὖν συγγνώμης εἰμὶ ἄξιος ὁ ἄθλιος ἐγὼ αἰτῆσαι συγχώρησιν, Κύριε, ὅτι οὐκ ἔχω ἐξομολόγησιν ἀληθινήν;
Πολλάκις γὰρ μετανοεῖν σοι συνεταξάμην, καὶ ψεύστης τῆς συνταγῆς ἐγενόμην.
Πολλάκις με ἠλέησας, κἀγὼ δέ σε ἠθέτησα.
Πολλάκις με ἐβάστασας, κἀγὼ πάλιν ὑπέστρεψα.
Πολλάκις με ἀνέστησας, κἀγὼ πάλιν κατέπεσον.
∆ιὰ τοῦτο τὴν ἀπόφασιν ἐκφέρω κατ' ἐμαυτοῦ καὶ ὁμολογῶ ὅτι ἄξιός εἰμι πάσης κολάσεως καὶ τιμωρίας.
Ποσάκις ἐπληρώθην τῆς παρακλήσεως τῆς χάριτός σου, φιλάνθρωπε, περισσευόμενος τῇ χαρᾷ, ἐγὼ δὲ ἀεὶ παροργίζω σε!
Ποσάκις ἐτελέσθη ἐπ' ἐμὲ ἡ χάρις σου, καὶ ἐνέπλησε τὴν πεῖνάν μου, καὶ τὴν δίψαν μου ἀνέψυξε!
Ποσάκις ἐφώτισε τὴν σκοτεινήν μου διάνοιαν, καὶ ἐπισυνῆξεν ἀπὸ πλάνης τοὺς λογισμούς μου!
Ποσάκις ἐπλούτισε τὴν πενίαν μου, καὶ ἐδίωξε τὴν σαπρίαν μου, ἐγὼ δὲ ὁ τάλας πάντοτε αὐτὴν ἀθετῶ!
Ὅλος ἐξίσταμαι τρέμων ταῦτα διενθυμούμενος.
Ὅλος εἰς ἀπορίας καταδύομαι βάθος.
Οὐδὲν ἱκανὸν πρὸς ἀπολογίαν ὁ ταλαίπωρος ἔχω.
Ποσάκις ἐγένετό μοι ἡ χάρις σου, ∆έσποτα, ὁδὸς ζωῆς καὶ φωτισμὸς καὶ χαρὰ ἀνεκλάλητος!
Ποσάκις ἐγένετο ἐν τῇ καρδίᾳ τοῦ δούλου σου σοφία καὶ κάλλος καὶ δύναμις, ἄρρητον ὕψωμα καὶ καύχημα καὶ ἐδέσματα γλυκύτερα μέλιτος ἐν στόματι τοῦ δούλου σου!)
Πῶς ἐξείπω τὰς γενομένας μοι δωρεὰς τῆς χάριτός σου, Κύριε, ἅσπερ ὁ δείλαιος ἐγὼ ἠθέτησα καὶ ἀθετῶ δι' ἐμὴν ἀμέλειαν;
∆ιὰ τοῦτο (μυρίων κολάσεων ὑπεύθυνος ὑπάρχω,) μυρίων δωρεῶν (ἐμὲ τὸν ἁμαρτωλὸν) ἐνέπλησας·
ἐγὼ δὲ ὁ ἄθλιος τὰ ἐναντία σοι ἀμείβομαι.
Ἀλλὰ σύ, Κύριε, ὡς ἔμφυτον ἔχων τῆς μακροθυμίας τὸ πέλαγος, καὶ τῆς εὐσπλαγχνίας τὴν ἄβυσσον, μὴ παραχωρήσῃς ἐκκοπῆναί με ὡς τὴν συκῆν τὴν ἄκαρπον·
μὴ σπεύσῃς θερῖσαί με ἐκ τῆς ζωῆς μου ἄωρον·
μὴ ἁρπάσῃς με ἀνέτοιμον ὑπάρχοντα·
μὴ ἄρῃς με λαμπάδα μὴ ἀνάψαντα·
μὴ λάβῃς με μὴ ἔχοντα γάμου ἔνδυμα, ἀλλ' ὡς ἀγαθὸς καὶ φιλάνθρωπος ἐλέησόν με, καὶ χάρισαί μοι ἔτη πρὸς μετάνοιαν·
καὶ μὴ παραστήσῃς γυμνὴν τὴν ψυχήν μου, ἐλεεινὸν στηλίτευμα, τῷ φοβερῷ καὶ ἀδεκάστῳ σου βήματι, (ἀλλὰ φιλανθρώπως σπλαγχνίσθητί μοι, Κύριε, τῷ πτωχῷ τὴν ψυχήν, τῷ ἐλεεινῷ, τῷ γυμνῷ, τῷ ἀπόρῳ, τῷ ἀμελεῖ, τῷ ῥυπαρῷ, τῷ ἀσώτῳ, τῷ ῥᾳθύμῳ, τῷ πεπωρωμένῳ, τῷ βεβυθισμένῳ, τῷ κατῃσχυμμένῳ, τῷ ἁμαρτωλῷ, τῷ ἀπαρρησιάστῳ, τῷ ἀναπολογήτῳ, τῷ κατακεκριμένῳ, τῷ ἀναξίῳ, τῷ ἀξίῳ πάσης κολάσεως καὶ τιμωρίας).
Εἰ ὁ δίκαιος μόλις σῴζεται, ὁ ἀσεβὴς καὶ ἁμαρτωλὸς ἐγὼ ποῦ φανοῦμαι;
Εἰ στενὴ καὶ τεθλιμμένη ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ζωήν, πῶς ἐγὼ (ἡδυπαθῶν καὶ ἀκολασταίνων ὁ ἄθλιος, σωτηρίας ἀξιωθῶ;
Εἰ διὰ πολλῶν θλίψεων ἡ βασιλεία τῶν οὐρανῶν τοῖς ἀξίοις κατακληροῦται, ποῦ ἂν ἐμοὶ κλῆρος ἀπόνως ζῶντι καὶ ἀεὶ τὴν ἄνεσιν διώκοντι;
Οἴμοι, ψυχὴ ἀθλία, ὅτι καθ' ἡμᾶς οὕτω διήκει!
Βραχύς ἐστιν ὁ βίος, ὀξέως παρατρέχει ὁ χρόνος πρὸς τὸν θάνατον παραπέμπων.
Πῶς ἀπολογήσῃ ἐν γνώσει ἁμαρτάνουσα;
Πῶς ὑποίσομεν τοὺς ἐλεγμούς;
Ποία ἡμᾶς φρίκη λήψεται, ὅταν ἀκούσωμεν τὴν πικρὰν ἐκείνην καὶ πλήρη πένθους ἀπόφασιν, οὐκ οἶδα ὑμᾶς;
Πάντας ὑμᾶς παρακαλῶ, Ἅγιοι τοῦ Θεοῦ, πρεσβεύσατε ὑπὲρ ἐμοῦ τοῦ ἁμαρτωλοῦ καὶ ἐλαχίστου.
Ἐκχέατε, δυσωπῶ, τὴν δέησιν ὑπὲρ ἐμοῦ πρὸς τὸν οἰκτίρμονα Θεόν, ἵνα ἐπιστρέψῃ μου τὴν ψυχὴν τῷ ᾅδῃ προσκολλωμένην ὑπὸ τῶν παθῶν τῆς ἀτιμίας, ἵνα λάμψῃ τὴν ἁγίαν χάριν αὐτοῦ ἐν αὐτῇ καὶ φωτίσῃ μου τὴν ἐσκοτισμένην διάνοιαν·
ἵνα γένωμαι εὐπρόθυμος καὶ ἄξιος μετανοίας τῇ δυνάμει τῶν ἁγίων εὐχῶν ὑμῶν).
Ἀλλὰ σύ, Κύριε, σωτήρ μου, Υἱὲ τοῦ ἀληθινοῦ Θεοῦ, σὺ ὡς οἶδας, ὡς θέλεις, διὰ μόνην τὴν σὴν ἀγαθότητα, δωρεὰν ἐπίστρεψόν με ἀπὸ τῆς ἐνούσης μοι κακίας καὶ ἀπωλείας, (καὶ ἔνθου ἐν ἐμοὶ κάλλος ἀρετῆς, τὴν ἀπόγνωσιν τῆς ψυχῆς μου ἀποσοβήσας).
Εἰς τὸ ἔλεός σου καταφεύγω ὁ τετραυματισμένος (ἐγώ, ∆έσποτα).
∆έξαι μου τοὺς στεναγμούς, ὡς τῆς πόρνης τὰ δάκρυα.
(Μὴ βδελύξῃ με διὰ τοὺς μώλωπας τῶν πολλῶν μου ἁμαρτιῶν.)
Οἶδας, ∆έσποτα, τὸ εὐόλισθον τῆς ἀνθρωπίνης φύσεως.
Μνήσθητι ὅτι ἐκ νεότητος ἔγκειται ἡ διάνοια τοῦ ἀνθρώπου ἐπιμελῶς ἐπὶ τὰ πονηρά.
(Μνήσθητι ὅτι σὺ μόνος εἶ καθαρὸς καὶ ἄχραντος καὶ ἀμίαντος.
Ἐλέησόν με ὁ φύσει ἀγαθὸς καὶ εὔσπλαγχνος καὶ ἐλεήμων.
Νίκησόν μου τὴν πώρωσιν καὶ ποίησον αὐτός, ὡς οἶδας, τὴν διόρθωσιν·
ὅτι τυραννοῦμαι ὑπὸ τῆς πονηρᾶς μου συνηθείας·
ὅτι ἀσθενής εἰμι τῇ ψυχῇ καὶ τῇ σαρκὶ καὶ τῇ γνώμῃ·
ὅτι ἐξέλιπέ μου ὁ χρόνος·
ἐξέλιπον ἐν ματαιότητι αἱ ἡμέραι μου.
Ἐγγίζει μοι τοῦ δρόμου τὸ τέλος, καὶ αὐτὸς ἀπρόθυμός εἰμι καὶ ἔρημος εἰς τὸ διορθώσασθαι ἐμαυτόν.
Ἀλλὰ ἄνοιξόν μοι, ∆έσποτα, τὴν θύραν τοῦ ἐλέους σου, καὶ μὴ κλείσῃς μοι αὐτὴν ἀναξίως κρούοντι.
Ἔκτεινόν μοι χεῖρα βοηθείας ἐν τῷ πελάγει τῶν παθῶν καὶ τῶν ἡδονῶν χειμαζομένῳ.
∆ός μοι χρόνον μετανοίας καὶ σωτηρίας τρόπον.
Εἰ μὴ γὰρ σύ, Κύριε, ποιήσεις, ὅσα ἂν ἐγὼ θελήσω, ἀδύνατά μοι καὶ εὐκατάλυτα πέφυκεν·
ὅσα ἂν ἐγὼ ἐγχειρήσω, ἀνωφελῆ καὶ ἀτελείωτα τυγχάνει.
Ἰδού, Κύριε, βλέπεις τὴν ἔνστασιν τῶν ἐχθρῶν, καὶ τὴν ἀσθένειαν τῆς ἡμετέρας φύσεως.
Ἕως πότε ἀποστρέφεις τὸ πρόσωπόν σου ἀπ' ἐμοῦ;
Ἕως πότε ὑψωθήσεται ὁ Ἐχθρός μου ἐπ' ἐμέ;
Ἐπίστρεψον, Κύριε, ῥῦσαι τὴν ψυχήν μου ἀπὸ κακουργίας αὐτοῦ·
καθ' ἑκάστην γὰρ τραυματίζομαι·
ἵσταται ἐκμυκτηρίζων με.
Σῶσόν με ἕνεκεν τοῦ ἐλέους σου, καὶ οὐχ ἕνεκεν τῶν ἔργων μου·
πονηρὰ γὰρ εἰσί.
Μνήσθητι, Κύριε, ὅτι τὰ ἐλέη σου ἀπὸ τοῦ αἰῶνος εἰσὶν ἐπὶ τοὺς ἁμαρτωλοὺς ἐφηπλωμένα.
Ἐὰν γὰρ ἀνομίας παρατηρήσῃς, ὡς μὴ ὢν ἀφανισθήσομαι.
Μὴ νικήσῃ ἡ ἐμὴ ῥᾳθυμία καὶ ἀφροσύνη τὴν ἀνείκαστόν σου φιλανθρωπίαν.
Μὴ συντάξῃς με τοῖς εὐωνύμοις ἐρίφοις, τὸν τραχὺν τῇ ἁμαρτίᾳ, τὸν ἄθλιον, τὸν ἀνάξιον ἐλέους.
Μὴ κρίνῃς με, ∆έσποτα, ὡς ἀχρεῖον καὶ πονηρὸν δοῦλον, μηδὲ συναπολέσῃς με μετὰ τῶν λεγόντων σοι, Κύριε, Κύριε, καὶ μὴ ποιούντων τὸ θέλημά σου).
Πρόσδεξαι, ∆έσποτα, καὶ εἰσάκουσον τὴν ῥυπαρὰν καὶ ἀναξίαν μου δέησιν, ὁ σῴζων (πάντας) τοὺς ἐλπίζοντας ἐπὶ σέ, ὁ μὴ ἀποστρεφόμενος τὴν δέησιν τῶν ἁμαρτωλῶν, ὁ διδοὺς χεῖρα τῷ χαμαὶ κειμένῳ.
Ὁδήγησόν με εἰς τὸν φόβον σου.
∆ός μοι δάκρυα κατανύξεως, (μετάνοιαν εἰς σωτηρίαν ἄγουσαν, ὅτι πρὸς σὲ) ἦρα τοὺς ὀφθαλμοὺς τοὺς νοεροὺς τῆς ψυχῆς μου·
ὅτι πρὸς σέ, Κύριε, (ἐπερρίφην ἐκ κοιλίας μητρός μου·) καὶ μὴ ἀπορρίψῃς με ἀπὸ τοῦ προσώπου σου, (ὅτι πολλοὶ οἱ οἰκτιρμοί σου ἐπὶ πάντας τοὺς ἐπικαλουμένους τὸ ὄνομά σου ἐν ἀληθείᾳ·
ὅτι εὐλογητὸς εἶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
Ἀμήν).