Τα καθ΄ημέρα απολυτίκια

Τὴ Δευτέρα
Ἀπολυτίκιον. Ἦχος δ'.
Τῶν οὐρανίων στρατιῶν ἀρχιστράτηγοι, δυσωποῦμεν ὑμᾶς ἠμεῖς οἱ ἀνάξιοι, ἴνα ταὶς ὑμῶν δεήσεσι τειχίσητε ἠμᾶς, σκέπη τῶν πτερύγων, τῆς αὔλου ὑμῶν δόξης, φρουροῦντες ἠμᾶς προσπίπτοντας, ἐκτενῶς καὶ βοώντας• ἐκ τῶν κινδύνων λυτρώσασθε ἠμᾶς ὡς ταξιάρχαι τῶν ἄνω δυνάμεων.
Τη Τρίτη
Ἀπολυτίκιον. Ἦχος β'.
Μνήμη δικαίου μετ' ἐγκωμίων, σοὶ δὲ ἀρκέσει ἡ μαρτυρία τοῦ Κυρίου Πρόδρομε• ἀνεδείχθης γὰρ ὄντως καὶ προφητῶν σεβασμιώτερος, ὅτι καὶ ἐν ρείθροις βαπτίσαι κατηξιώθης τὸν κηρυττόμενον• ὅθεν τῆς ἀληθείας ὑπεραθλήσας, χαίρων εὐηγγελίσω καὶ ταὶς ἐν ἅδῃ, Θεὸν φανερωθέντα ἐν σαρκί, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ παρέχοντα ἠμὶν τὸ μέγα ἔλεος.

  Τη Τετάρτη
Ἀπολυτίκιον. Ἦχος ἀ'.
Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοὶς βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ σταυροῦ σου πολίτευμα.
Τὴ Πέμπτη
  Ἀπολυτίκιον. Ἦχος γ'.
Ἀπόστολοι ἅγιοι, πρεσβεύσατε τῷ ἐλεήμονι Θεῶ, ἴνα πταισμάτων ἄφεσιν, παράσχη ταὶς ψυχαὶς ἠμῶν.
'Ἕτερον. Ἦχος δ'.
Κανόνα πίστεως, καὶ εἰκόνα πραότητας, ἐγκρατείας διδάσκαλον, ἀνέδειξε σὲ τὴ ποίμνη σου, ἡ τῶν πραγμάτων ἀλήθεια• διὰ τοῦτο ἐκτήσω, τὴ ταπείνωσει τὰ ὑψηλά, τὴ πτωχεία τὰ πλούσια, πάτερ ἱεράρχα Νικόλαε• πρέσβευε Χριστῷ τῷ Θεῷ, σωθῆναι τᾶς ψυχᾶς ἠμῶν.

Τη Παρασκευὴ
Ἀπολυτίκιον. Ἦχος ἀ'.
Σῶσον Κύριε τὸν λαόν σου, καὶ εὐλόγησον τὴν κληρονομίαν σου, νίκας τοὶς βασιλεύσι, κατὰ βαρβάρων δωρούμενος, καὶ τὸ σὸν φυλάττων, διὰ τοῦ σταυροῦ σου πολίτευμα.

Τῷ Σαββάτῳ
Ἀπολυτίκιον. Ἦχος β'.
Ἀπόστολοι μάρτυρες καὶ προφῆται, ἱεράρχαι ὅσιοι καὶ δίκαιοι, οἱ καλῶς τὸν ἀγώνα τελέσαντες, καὶ τὴν πίστιν τηρήσαντες, παρρησίαν ἔχοντες πρὸς τὸν Σωτήρα, ὑπὲρ ἠμῶν αὐτὸν ὡς ἀγαθὸν ἱκετεύσατε, σωθῆναι δεόμεθα τᾶς ψυχᾶς ἠμῶν.
  Νεκρώσιμον.
Μνήσθητι Κύριε, ὡς ἀγαθὸς τῶν δούλων σου, καὶ ὅσα ἐν βίῳ ἥμαρτον, συγχώρησον οὐδεὶς γὰρ ἀναμάρτητος, εἰμὴ σὺ ὁ δυνάμενος, καὶ τοὶς μεταστάσι, δοῦναι τὴν ἀνάπαυσιν.