Συγχωρετική ευχή
Διαβάζεται από ιερέα...
Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ τοῦ ζῶντος, ἀμνὲ καὶ ποιμήν, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ὁ τὸ δάνειον χαρισάμενος τοῖς δυσὶ χρεωφειλέταις καὶ τῇ ἁμαρτωλῷ γυναικὶ δοὺς ἄφεσιν ἁμαρτιῶν, ὁ τὴν ἴασιν τῷ παραλύτῳ δωρησάμενος σὺν τῇ ἀφέσει τῶν ἁμαρτιῶν αὐτοῦ, αὐτός, Δέσποτα, ἄνες, ἄφες, συγχώρησον τὰς ἀνομίας, τὰς ἁμαρτίας, τὰ πλημμελήματα, τὰ ἑκούσια καὶ τὰ ἀκούσια,τὰ ἐν γνώσει, τὰ ἐν ἀγνοίᾳ, τὰ ἐν παραβάσει καὶ ἐν παρακοῇ γενόμενα παρὰ τῶν δούλων σου τούτων καὶ εἴ τι ὡς ἄνθρωποι σάρκα φοροῦντες καὶ τὸν κόσμον τοῦτον οἰκοῦντες ἐκ τοῦ διαβόλου ἐπλανήθησαν ἢ παρέβησαν ἢ ἐπλημμέλησαν εἴτε ἐν λόγῳ, εἴτε ἐν ἔργῳ, εἴτε ἐν γνώσει, εἴτε ἐν ἀγνοίᾳ, εἴτε λόγον ἱερέως καταπάτησαν, εἴτε ὑπὸ κατάραν ἐγένοντο εἴτε ἰδίῳ ἀναθέματι ὑπέπεσαν ἢ ὅρκῳ αὐτός, ὡς ἀγαθὸς καὶ φιλάθρωπος καὶ ἀμνησίκακος δεσπότης, τῇ πολλῇ σου εὐσπλαγχνίᾳ τούτους τοὺς δούλους σου λόγῳ λυθῆναι εὐδόκησον συγχωρῶν αὐτοῖς και τὸ ἴδιον ἀνάθεμα καὶ τὸν ὄρκον κατὰ τὸ μέγα σου καὶ ἄφατον ἔλεος.
Ναί, δέσποτα, φιλάνθρωπε Κύριε ὁ Θεὸς ἡμῶν, ἐπάκουσόν μου δεομένου τῆς σῆς ἀγαθότητος ὑπὲρ τῶν δούλων σου τούτων καὶ πάριδε ὡς πολυέλεος τὰ πταίσματα αὐτῶν ἄπαντα, ἀπάλλαξον αὐτοὺς τῆς αἰωνίου κολάσεως, σὺ γὰρ εἶπας, δέσποτα ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.
Ὅτι σὺ εἶ Θεὸς ἀναμάρτητος καὶ δυνάμενος ἀφιέναι ἁμαρτίας καὶ σοὶ τὴν δόξαν ἀναπέμπομεν σὺν τῷ ἀνάρχῳ σου Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ σου Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν