Δόξα ἐν ὑψίστοις Θεῷ

Δόξα ἐν ὑψίστοις Θεῷ, καὶ ἐπὶ γῆς εἰρήνη, ἐν ἀνθρώποις εὐδοκία.

Ὑμνοῦμέν σε, εὐλογοῦμέν σε, προσκυνοῦμέν σε, δοξολογοῦμέν σε, εὐχαριστοῦμέν σοι, διὰ τὴν μεγάλην σου δόξαν.

Κύριε Βασιλεῦ, ἐπουράνιε Θεέ, Πάτερ παντοκράτορ·

Κύριε Υἱὲ μονογενές, Ἰησοῦ Χριστέ, καὶ Ἅγιον Πνεῦμα.

Κύριε, ὁ Θεός, ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ Υἱὸς τοῦ Πατρός, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἐλέησον ἡμᾶς, ὁ αἴρων τὰς ἁμαρτίας τοῦ κόσμου.

Πρόσδεξαι τὴν δέησιν ἡμῶν, ὁ καθήμενος ἐν δεξιᾷ τοῦ Πατρὸς καὶ ἐλέησον ἡμᾶς.

Ὅτι σὺ εἶ μόνος Ἅγιος, σὺ εἶ μόνος Κύριος, Ἰησοῦς Χριστός, εἰς δόξαν Θεοῦ Πατρός· Ἀμήν.

Καθ᾿ ἑκάστην ἑσπέραν εὐλογήσω σε, καὶ αἰνέσω τὸ ὄνομά σου εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος.

Κύριε, καταφυγὴ ἐγενήθης ἡμῖν ἐν γενεᾷ καὶ γενεᾷ.

Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με· ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.

Κύριε, πρὸς σὲ κατέφυγον· δίδαξόν με τοῦ ποιεῖν τὸ θέλημά σου, ὅτι σὺ εἶ ὁ Θεός μου.

Ὅτι παρὰ σοὶ πηγὴ ζωῆς· ἐν τῷ φωτί σου ὀψόμεθα φῶς.

Παράτεινον τὸ ἔλεός σου τοῖς γινώσκουσί σε.

Καταξίωσον, Κύριε, ἐν τῇ νυκτὶ ταύτῃ, ἀναμαρτήτους φυλαχθῆναι ἡμᾶς.

Εὐλογητὸς εἶ, Κύριε, ὁ Θεὸς τῶν Πατέρων ἡμῶν, καὶ αἰνετὸν καὶ δεδοξασμένον τὸ ὄνομά σου εἰς τοὺς αἰῶνας· Ἀμήν.

Γένοιτο, Κύριε, τὸ ἔλεός σου ἐφ᾿ ἡμᾶς, καθάπερ ἠλπίσαμεν ἐπὶ σέ.

Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου.

Εὐλογητὸς εἶ, Δέσποτα· συνέτισόν με τὰ δικαιώματά σου.

Εὐλογητὸς εἶ, Ἅγιε· φώτισόν με τοῖς δικαιώμασί σου.

Κύριε, τὸ ἔλεός σου εἰς τὸν αἰῶνα· τὰ ἔργα τῶν χειρῶν σου μὴ παρίδῃς.

Σοὶ πρέπει αἶνος, σοὶ πρέπει ὕμνος, σοὶ δόξα πρέπει, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Δόξα στὸ Θεὸ ποὺ βρίσκεται ψηλὰ στὸν οὐρανό, καὶ στὴ γῆ ἂς ἔλθει ἡ εἰρήνη Του, στοὺς ἀνθρώπους ἡ εὔνοιά Του.

Σὲ ὑμνοῦμε, Σὲ εὐλογοῦμε, Σὲ προσκυνοῦμε, Σὲ δοξολογοῦμε καὶ Σὲ εὐχαριστοῦμε γιὰ τὴ μεγάλη Σου δόξα.

Κύριε Βασιλιά μας, ἐπουράνιε Θεέ μας, Πατέρα παντοκράτορα·

Κύριε Ἰησοῦ Χριστέ, Υἱὲ τοῦ Θεοῦ μονογενή, καὶ Πανάγιο Πνεῦμα, Κύριε Ἰησοῦ Χριστέ, Θεέ μας,

Ἐσὺ ποὺ εἶσαι ὁ Ἀμνὸς τοῦ Θεοῦ (ποὺ θυσιάστηκε γιὰ τὴ σωτηρία τοῦ κόσμου), ὁ Υἱὸς τοῦ Πατρός, ποὺ σηκώνεις γιὰ νὰ ἐξαλείψεις τὶς ἁμαρτίες τοῦ κόσμου, ἐλέησέ μας, Ἐσὺ ποὺ σηκώνεις τὶς ἁμαρτίες τοῦ κόσμου.

Δέξου εὐσπλαγχνικὰ τὴν ἱκεσία μας, Ἐσὺ ποὺ κάθεσαι (μετὰ τὴν Ἀνάληψή Σου) δοξασμένος στὰ δεξιὰ τοῦ Πατέρα Σου καὶ ἐλέησέ μας.

Γιατὶ Ἐσύ, Ἰησοῦ Χριστέ μας, εἶσαι ὁ μόνος (ἀπόλυτα) Ἅγιος, Ἐσὺ εἶσαι ὁ μόνος Κύριός μας, ποὺ δοξάζεις τὸν Θεὸ Πατέρα. Ἀμήν.

Κάθε βράδυ θὰ σὲ δοξολογῶ καὶ θὰ ὑμνῶ τὸ ὄνομά Σου καὶ τώρα, ἐνόσω ζῶ, καὶ στοὺς ἀπέραντους αἰῶνες.

Κύριε, καταφυγὴ ἔγινες γιὰ μᾶς σ᾿ ὅλες τὶς γενιές.

Γι᾿ αὐτὸ καὶ εἶπα· Κύριε, ἐλέησέ με, θεράπευσε τὴν ψυχή μου, γιατὶ ἁμάρτησα ἐνώπιόν Σου.

Κύριε, κατέφυγα σ᾿ Ἐσένα· δίδαξέ με νὰ πράττω (στὴ ζωή μου) τὸ θέλημά Σου, γιατὶ Ἐσὺ εἶσαι ὁ Θεός μου.

Σὲ Σένα ὑπάρχει ἡ πηγὴ τῆς ζωῆς· μέσα ἀπ᾿ τὸ δικό Σου φῶς θὰ δοῦμε κι ἐμεῖς τὸ φῶς.

Συνέχισε νὰ παρέχεις τὸ ἔλεός Σου σὲ κείνους ποὺ Σὲ παραδέχονται (ὡς Θεὸ ἀληθινό).

Καταξίωσέ μας, Κύριε, κατὰ τὴ διάρκεια καὶ αὐτῆς τῆς νύχτας νὰ φυλαχθοῦμε ἀπὸ τὴν ἁμαρτία.

Ἂς εἶσαι εὐλογημένος Κύριε, Θεὲ τῶν πατέρων μας, καὶ ἂς ὑμνεῖται καὶ δοξάζεται τὸ ὄνομά Σου αἰώνια. Ἀμήν.

Μακάρι, Κύριε, νὰ μᾶς παράσχεις τὴν εὐσπλαγχνία Σου, ἀφοῦ κι ἐμεῖς σ᾿ Ἐσένα στηρίξαμε τὶς ἐλπίδες μας.

Ἂς εἶσαι εὐλογημένος Κύριε, δίδαξέ με τὸ θέλημά Σου.

Ἂς εἶσαι εὐλογημένος Δέσποτα, δῶσ᾿ μου σύνεση νὰ ἐκτελῶ τὸ θέλημά Σου.

Ἂς εἶσαι εὐλογημένος Ἅγιε, φώτισέ με μὲ τὶς ἐντολές Σου. Κύριε, τὸ ἔλεός Σου εἶναι αἰώνιο.

Μὴν παραβλέψεις ἐμᾶς ποὺ εἴμαστε ἔργα τῶν χεριῶν Σου.

Σ᾿ Ἐσένα (Τριαδικὲ Θεέ μας) ἁρμόζει αἴνεση, σ᾿ Ἐσένα ἁρμόζει ὕμνος, σ᾿ Ἐσένα ἁρμόζει δόξα, στὸν Πατέρα, στὸν Υἱὸ καὶ στὸ Ἅγιο Πνεῦμα, τώρα καὶ πάντοτε καὶ στοὺς ἀπέραντους αἰῶνες. Ἀμήν.