Άσπιλε, αμόλυντε

Ἄσπιλε, ἀμόλυντε, ἄφθορε, ἄχραντε, ἁγνὴ Παρθένε, Θεόνυμφε Δέσποινα,

ἡ Θεὸν Λόγον τοῖς ἀνθρώποις, τῇ παραδόξῳ σου κυήσει, ἑνώσασα,

καὶ τὴν ἀπωσθεῖσαν φύσιν τοῦ γένους ἡμῶν τοῖς οὐρανίοις συνάψασα,

ἡ τῶν ἀπηλπισμένων μόνη ἐλπίς, καὶ τῶν πολεμουμένων βοήθεια,

ἡ ἑτοίμη ἀντίληψις τῶν εἰς σὲ προστρεχόντων, καὶ πάντων τῶν Χριστιανῶν τὸ καταφύγιον,

μὴ βδελύξῃ με τὸν ἁμαρτωλόν, τὸν ἐναγῆ, τὸν αἰσχροῖς λογισμοῖς καὶ λόγοις καὶ πράξεσιν ὅλον ἐμαυτὸν ἀχρειώσαντα,

καὶ τῇ τῶν ἡδονῶν τοῦ βίου ῥᾳθυμίᾳ γνώμης, δοῦλον γενόμενον.

Ἀλλ᾿ ὡς τοῦ φιλανθρώπου Θεοῦ Μήτηρ, φιλανθρώπως σπλαγχνίσθητι ἐπ᾿ ἐμοὶ τῷ ἁμαρτωλῷ καὶ ἀσώτῳ,

καὶ δέξαι μου τὴν ἐκ ῥυπαρῶν χειλέων προσφερομένην σοι δέησιν,

καὶ τὸν σὸν Υἱόν, καὶ ἡμῶν Δεσπότην καὶ Κύριον, τῇ μητρικῇ σου παῤῥησίᾳ χρωμένη, δυσώπησον,

ἵνα ἀνοίξῃ κἀμοὶ τὰ φιλάνθρωπα σπλάγχνα τῆς αὑτοῦ ἀγαθότητος,

καί, παριδών μου τὰ ἀναρίθμητα πταίσματα, ἐπιστρέψῃ με πρὸς μετάνοιαν,

καὶ τῶν αὑτοῦ ἐντολῶν ἐργάτην δόκιμον ἀναδείξῃ με.

Καὶ πάρεσό μοι ἀεὶ ὡς ἐλεήμων, καὶ συμπαθής, καὶ φιλάγαθος, ἐν μὲν τῷ παρόντι βίῳ, θερμὴ προστάτις καὶ βοηθός,

τὰς τῶν ἐναντίων ἐφόδους ἀποτειχίζουσα, καὶ πρὸς σωτηρίαν καθοδηγοῦσά με,

καὶ ἐν τῷ καιρῷ τῆς ἐξόδου μου, τὴν ἀθλίαν μου ψυχὴν περιέπουσα, καὶ τὰς σκοτεινὰς ὄψεις τῶν πονηρῶν δαιμόνων πόῤῥω αὐτῆς ἀπελαύνουσα·

ἐν δὲ τῇ φοβερᾷ ἡμέρᾳ τῆς κρίσεως, τῆς αἰωνίου με ῥυομένη κολάσεως, καὶ τῆς ἀποῤῥήτου δόξης τοῦ σοῦ Υἱοῦ καὶ Θεοῦ ἡμῶν κληρονόμον με ἀποδεικνύουσα.

Ἧς καὶ τύχοιμι, Δέσποινά μου, ὑπεραγία Θεοτόκε, διὰ τῆς σῆς μεσιτείας καὶ ἀντιλήψεως·

χάριτι καὶ φιλανθρωπίᾳ, τοῦ μονογενοῦς σου Υἱοῦ, τοῦ Κυρίου καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.

ᾯ πρέπει πᾶσα δόξα, τιμὴ καὶ προσκύνησις, σὺν τῷ ἀνάρχῳ αὐτοῦ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ἀγαθῷ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

Ἄμωμη, ἀμόλυντη, ἀδιάφθορη, ἄχραντη, ἁγνὴ Παρθένε, νύφη τοῦ Θεοῦ καὶ Δέσποινα.

Ἐσὺ ποὺ μὲ τὴν ὑπέρλογη γέννα σου ἕνωσες τὸ Θεὸ Λόγο μὲ τὸ ἀνθρώπινο γένος καὶ ἐπανασύνδεσες καὶ ὕψωσες τὴν πεσμένη ἀνθρώπινη φύση μας μὲ τὸν οὐράνιο κόσμο.

Ἐσύ, ἡ μοναδικὴ ἐλπίδα τῶν ἀπελπισμένων καὶ ἡ βοήθεια ἐκείνων ποὺ πολεμοῦνται (ἀπ᾿ τοὺς δαίμονες),

ἡ πάντα πρόθυμη στὴν προστασία ὅσων προστρέχουν σὲ σένα, ποὺ εἶσαι τὸ καταφύγιο ὅλων τῶν χριστιανῶν·

μὴ μὲ περιφρονήσεις τὸν ἁμαρτωλό, τὸν ἀκάθαρτο, ποὺ ἐξαχρείωσα τὴν ὕπαρξή μου μὲ αἰσχροὺς λογισμούς, λόγια καὶ πράξεις,

καὶ ὑποδουλώθηκα ἐξαιτίας τῆς πνευματικῆς ἀμέλειας στὶς ἡδονὲς τῆς ζωῆς αὐτῆς.

Ἀλλὰ ἐσύ, ὡς Μητέρα τοῦ Φιλάνθρωπου Θεοῦ μας, σπλαγχνίσου με δείχνοντας καὶ σὲ μένα τὸν ἁμαρτωλὸ καὶ ἄσωτο τὴ φιλανθρωπία σου,

καὶ δέξου τὴ δέηση ποὺ σοῦ προσφέρουν τὰ ἀκάθαρτα χείλη μου·

καὶ χρησιμοποιώντας τὴ μητρική σου παρρησία ἱκέτευσε θερμὰ τὸν Υἱό σου καὶ Δεσπότη μας,

ν᾿ ἀνοίξει καὶ σὲ μένα τὴ φιλάνθρωπη ἀγκαλιὰ τῆς ἀγάπης Του·

καὶ ἀφοῦ μοῦ συγχωρέσει τὶς ἀναρίθμητες ἁμαρτίες μου, νὰ μὲ ὁδηγήσει στὴ μετάνοια καὶ νὰ μὲ ἀναδείξει πιστὸ ἐργάτη τῶν ἐντολῶν Του.

Καὶ νὰ εἶσαι, Παναγία μου, πάντοτε κοντὰ μου, ὡς ἐλεήμων καὶ συμπαθὴς καὶ σπλαγχνική, στὴν παρούσα ζωὴ ἰσχυρὴ προστασία καὶ βοήθειά μου,

ἀποκρούοντας ὡς τεῖχος τὶς ἐπιθέσεις τῶν ἐχθρῶν (τῶν δαιμόνων) καὶ καθοδηγώντας με στὴ σωτηρία·

καὶ ὅταν ἔλθει ἡ ὥρα τοῦ θανάτου μου, νὰ περιφρουρεῖς τὴν ἄθλια ψυχή μου καὶ νὰ ἀποδιώκεις μακριὰ ἀπ᾿ αὐτὴ τὰ σκοτεινὰ πρόσωπα τῶν πονηρῶν δαιμόνων.

Καὶ κατὰ τὴ φοβερὴ ἡμέρα τῆς Κρίσεως νὰ μὲ ἀπαλλάξεις ἀπὸ τὴν καταδίκη τῆς αἰωνίας κολάσεως καὶ νὰ μὲ ἀξιώσεις νὰ κληρονομήσω καὶ συμμετάσχω στὴν ἀνέκφραστη δόξα τοῦ Υἱοῦ σου καὶ Θεοῦ μας.

Αὐτῆς τῆς δόξας μακάρι κι ἐγὼ νὰ γίνω κληρονόμος μὲ τὴ μεσιτεία καὶ τὴ βοήθειά σου Δέσποινα·

ἀλλὰ καὶ μὲ τὴ χάρη καὶ τὴ φιλανθρωπία τοῦ Κυρίου καὶ Θεοῦ καὶ Σωτήρα μας Ἰησοῦ Χριστοῦ,

στὸν Ὁποῖο ἀνήκει ὅλη ἡ δόξα καὶ ἡ τιμὴ καὶ ἡ προσκύνηση, καθὼς καὶ στὸν ἄναρχο Πατέρα Του καὶ στὸ Πανάγιο καὶ ἀγαθὸ καὶ ζωοποιὸ Πνεῦμα Του, τώρα καὶ σὲ κάθε στιγμὴ καὶ στοὺς ἀπέραντους αἰῶνες. Ἀμήν.